Aristotelis analytica priora et posteriora, ed. W.D. Ross, Oxford, Clarendon Press, 1964 (repr. 1968), 99b15-100b17.
Περὶ μὲν οὖν συλλογισμοῦ καὶ ἀποδείξεως, τί τε ἑκά‑
(15)
τερόν ἐστι καὶ πῶς γίνεται, φανερόν, ἅμα δὲ καὶ περὶ ἐπι‑
στήμης ἀποδεικτικῆς· ταὐτὸν γάρ ἐστιν. περὶ δὲ τῶν ἀρχῶν,
πῶς τε γίνονται γνώριμοι καὶ τίς ἡ γνωρίζουσα ἕξις, ἐντεῦ‑
θεν ἔσται δῆλον προαπορήσασι πρῶτον.
Ὅτι μὲν οὖν οὐκ ἐνδέχεται ἐπίστασθαι δι’ ἀποδείξεως
(20)
μὴ γιγνώσκοντι τὰς πρώτας ἀρχὰς τὰς ἀμέσους, εἴρηται
πρότερον. τῶν δ’ ἀμέσων τὴν γνῶσιν, καὶ πότερον ἡ αὐτή
ἐστιν ἢ οὐχ ἡ αὐτή, διαπορήσειεν ἄν τις, καὶ πότερον ἐπι‑
στήμη ἑκατέρου [ἢ οὔ], ἢ τοῦ μὲν ἐπιστήμη τοῦ δ’ ἕτερόν τι γέ‑
νος, καὶ πότερον οὐκ ἐνοῦσαι αἱ ἕξεις ἐγγίνονται ἢ ἐνοῦσαι
(25)
λελήθασιν. εἰ μὲν δὴ ἔχομεν αὐτάς, ἄτοπον· συμβαίνει
γὰρ ἀκριβεστέρας ἔχοντας γνώσεις ἀποδείξεως λανθάνειν.
εἰ δὲ λαμβάνομεν μὴ ἔχοντες πρότερον, πῶς ἂν γνωρίζοι‑
μεν καὶ μανθάνοιμεν ἐκ μὴ προϋπαρχούσης γνώσεως; ἀδύ‑
νατον γάρ, ὥσπερ καὶ ἐπὶ τῆς ἀποδείξεως ἐλέγομεν. φα‑
(30)
νερὸν τοίνυν ὅτι οὔτ’ ἔχειν οἷόν τε, οὔτ’ ἀγνοοῦσι καὶ μηδεμίαν
ἔχουσιν ἕξιν ἐγγίγνεσθαι. ἀνάγκη ἄρα ἔχειν μέν τινα δύνα‑
μιν, μὴ τοιαύτην δ’ ἔχειν ἣ ἔσται τούτων τιμιωτέρα κατ’
ἀκρίβειαν. φαίνεται δὲ τοῦτό γε πᾶσιν ὑπάρχον τοῖς ζῴοις.
ἔχει γὰρ δύναμιν σύμφυτον κριτικήν, ἣν καλοῦσιν αἴσθησιν·
(35)
ἐνούσης δ’ αἰσθήσεως τοῖς μὲν τῶν ζῴων ἐγγίγνεται μονὴ τοῦ
αἰσθήματος, τοῖς δ’ οὐκ ἐγγίγνεται. ὅσοις μὲν οὖν μὴ ἐγγί‑
γνεται, ἢ ὅλως ἢ περὶ ἃ μὴ ἐγγίγνεται, οὐκ ἔστι τούτοις γνῶ‑
σις ἔξω τοῦ αἰσθάνεσθαι· ἐν οἷς δ’ ἔνεστιν αἰσθομένοις ἔχειν
(100a.) ἔτι ἐν τῇ ψυχῇ. πολλῶν δὲ τοιούτων γινομένων ἤδη διαφορά
τις γίνεται, ὥστε τοῖς μὲν γίνεσθαι λόγον ἐκ τῆς τῶν τοιού‑
των μονῆς, τοῖς δὲ μή.
Ἐκ μὲν οὖν αἰσθήσεως γίνεται μνήμη,
(3)
ὥσπερ λέγομεν, ἐκ δὲ μνήμης πολλάκις τοῦ αὐτοῦ γινομέ‑
νης ἐμπειρία· αἱ γὰρ πολλαὶ μνῆμαι τῷ ἀριθμῷ ἐμπειρία
(5)
μία ἐστίν. ἐκ δ’ ἐμπειρίας ἢ ἐκ παντὸς ἠρεμήσαντος τοῦ κα‑
θόλου ἐν τῇ ψυχῇ, τοῦ ἑνὸς παρὰ τὰ πολλά, ὃ ἂν ἐν ἅπα‑
σιν ἓν ἐνῇ ἐκείνοις τὸ αὐτό, τέχνης ἀρχὴ καὶ ἐπιστήμης,
ἐὰν μὲν περὶ γένεσιν, τέχνης, ἐὰν δὲ περὶ τὸ ὄν, ἐπιστήμης.
οὔτε δὴ ἐνυπάρχουσιν ἀφωρισμέναι αἱ ἕξεις, οὔτ’ ἀπ’ ἄλ‑
(10)
λων ἕξεων γίνονται γνωστικωτέρων, ἀλλ’ ἀπὸ αἰσθήσεως,
οἷον ἐν μάχῃ τροπῆς γενομένης ἑνὸς στάντος ἕτερος ἔστη, εἶθ’
ἕτερος, ἕως ἐπὶ ἀρχὴν ἦλθεν. ἡ δὲ ψυχὴ ὑπάρχει τοιαύτη
οὖσα οἵα δύνασθαι πάσχειν τοῦτο. ὃ δ’ ἐλέχθη μὲν πάλαι,
οὐ σαφῶς δὲ ἐλέχθη, πάλιν εἴπωμεν. στάντος γὰρ τῶν
(15)
ἀδιαφόρων ἑνός, πρῶτον μὲν ἐν τῇ ψυχῇ καθόλου (καὶ γὰρ
αἰσθάνεται μὲν τὸ καθ’ ἕκαστον, ἡ δ’ αἴσθησις τοῦ καθόλου
(100b.) ἐστίν, οἷον ἀνθρώπου, ἀλλ’ οὐ Καλλίου ἀνθρώπου)· πάλιν ἐν τού‑
τοις ἵσταται, ἕως ἂν τὰ ἀμερῆ στῇ καὶ τὰ καθόλου, οἷον τοι‑
ονδὶ ζῷον, ἕως ζῷον, καὶ ἐν τούτῳ ὡσαύτως. δῆλον δὴ ὅτι
ἡμῖν τὰ πρῶτα ἐπαγωγῇ γνωρίζειν ἀναγκαῖον· καὶ γὰρ
ἡ αἴσθησις οὕτω τὸ καθόλου ἐμποιεῖ.
(5)
Ἐπεὶ δὲ τῶν περὶ τὴν
(5)
διάνοιαν ἕξεων αἷς ἀληθεύομεν αἱ μὲν ἀεὶ ἀληθεῖς εἰσιν,
αἱ δὲ ἐπιδέχονται τὸ ψεῦδος, οἷον δόξα καὶ λογισμός, ἀληθῆ
δ’ ἀεὶ ἐπιστήμη καὶ νοῦς, καὶ οὐδὲν ἐπιστήμης ἀκριβέστερον
ἄλλο γένος ἢ νοῦς, αἱ δ’ ἀρχαὶ τῶν ἀποδείξεων γνωριμώ‑
τεραι, ἐπιστήμη δ’ ἅπασα μετὰ λόγου ἐστί, τῶν ἀρχῶν ἐπι‑
(10)
στήμη μὲν οὐκ ἂν εἴη, ἐπεὶ δ’ οὐδὲν ἀληθέστερον ἐνδέχεται εἶ‑
ναι ἐπιστήμης ἢ νοῦν, νοῦς ἂν εἴη τῶν ἀρχῶν, ἔκ τε τούτων
σκοποῦσι καὶ ὅτι ἀποδείξεως ἀρχὴ οὐκ ἀπόδειξις, ὥστ’ οὐδ’
ἐπιστήμης ἐπιστήμη. εἰ οὖν μηδὲν ἄλλο παρ’ ἐπιστήμην γέ‑
νος ἔχομεν ἀληθές, νοῦς ἂν εἴη ἐπιστήμης ἀρχή. καὶ ἡ μὲν
(15)
ἀρχὴ τῆς ἀρχῆς εἴη ἄν, ἡ δὲ πᾶσα ὁμοίως ἔχει πρὸς τὸ
πᾶν πρᾶγμα.